Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 5.18 Joseph. AJ 5.22 (English) >>Joseph. AJ 5.27

5.20

Οἱ δὲ πεντήκοντα προελθόντες στάδια βάλλονται στρατόπεδον ἀπὸ δέκα σταδίων τῆς Ἱεριχοῦντος, Ἰησοῦς τε τόν τε βωμὸν ἐκ τῶν λίθων ὧν ἕκαστος ἀνείλετο τῶν φυλάρχων ἐκ τοῦ βυθοῦ τοῦ προφήτου κελεύσαντος ἱδρυσάμενος τεκμήριον γενησόμενον τῆς ἀνακοπῆς τοῦ ῥεύματος ἔθυεν ἐπʼ αὐτοῦ τῷ θεῷ, καὶ τὴν φάσκα ἑώρταζον ἐν ἐκείνῳ τῷ χωρίῳ, 5.21πάντων ὧν αὐτοῖς πρότερον συνέβαινε σπανίζειν τότε ῥᾳδίως εὐποροῦντες· τόν τε γὰρ σῖτον ἀκμάζοντα ἤδη τῶν Χαναναίων ἐθέριζον καὶ τὰ λοιπὰ λείαν ἦγον· τότε γὰρ αὐτοὺς καὶ τῆς μάννας ἐπελελοίπει τροφὴ χρησαμένους ἐπὶ ἔτη τεσσαράκοντα. 5.22

Ὡς δὲ ταῦτα ποιούντων τῶν Ἰσραηλιτῶν οὐκ ἐπεξῄεσαν οἱ Χαναναῖοι τειχήρεις δʼ ἡσύχαζον, πολιορκεῖν αὐτοὺς Ἰησοῦς ἔγνω. καὶ τῇ πρώτῃ τῆς ἑορτῆς ἡμέρᾳ τὴν κιβωτὸν οἱ ἱερεῖς φέροντες, περὶ δʼ αὐτὴν ἐν κύκλῳ μέρος τι τῶν ὁπλιτῶν φυλάττον ἦν, 5.23οἳ καὶ προῄεσαν ἑπτὰ κέρασιν αὐτῶν σαλπίζοντες παρεκάλουν τὸν στρατὸν εἰς ἀλκὴν, περιώδευόν τε τὸ τεῖχος ἑπομένης τῆς γερουσίας, καὶ σαλπισάντων μόνον τῶν ἱερέων, τούτου γὰρ οὐδὲν ἐποίησαν περισσότερον, ἀνέζευξαν εἰς τὸ στρατόπεδον. 5.24καὶ τοῦτο ἐπὶ ἡμέρας ἓξ ποιησάντων τῇ ἑβδόμῃ τὸ ὁπλιτικὸν Ἰησοῦς συναγαγὼν καὶ τὸν λαὸν ἅπαντα τὴν ἅλωσιν αὐτοῖς τῆς πόλεως εὐηγγελίζετο, ὡς κατʼ ἐκείνην τὴν ἡμέραν αὐτοῖς τοῦ θεοῦ ταύτην παρέξοντος αὐτομάτως καὶ δίχα τοῦ πόνου τοῦ σφετέρου τῶν τειχῶν κατενεχθησομένων.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 5.18 Joseph. AJ 5.22 (English) >>Joseph. AJ 5.27

Powered by PhiloLogic